Κανών ικετήριος προς την Θεοτόκον εις πάσαν θλίψιν, αθυμίαν και νόσον (όλο το κείμενο)

Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ α ́. Ἦχος πλ. δ ́. Ὑγρὰν διοδεύσας.
Θεὸν ἡ τεκοῦσα ὑπερφυῶς, τὸν λύσαντα Κόρη, τὴν κατάραν τῶν γηγενῶν, λῦσον ἀθυμίας μου τὸ νέφος, ὡς εὐσπλαγχνίας πηγὴ ἀνεξάντλητος.
Λυπούντων με λύτρωσαι συστροφῆς, ἐχθροῦ ἐπηρείᾳ, καὶ νοσοῦσάν μου τὴν ψυχήν, ἴασαι Παρθένε δυσωπῶ σε, ἡ τὴν πηγὴν τοῦ ἐλέους κυήσασα.
Ἰάτρευσον Κόρη ὡς συμπαθής, ψυχῆς μου τὸ ἄλγος, καὶ τοῦ βίου τὰ θλιβερά, καὶ ταλαιπωροῦντα τὴν ζωήν μου, εἰς χαρμονὴν ἀληθῆ μεταποίησον.
Ψυχῆς μου τὸ ἄχθος τὸ χαλεπόν, καὶ τὸ βάρος Κόρη, τῶν πολλῶν μου ἁμαρτιῶν, ἀνέμῳ τῆς σῆς φιλανθρωπίας, σκέδασον θᾶττον καὶ σῶσόν με δέομαι.
ᾨδὴ γ ́. Σὺ εἶ τὸ στερέωμα.
Ἔμπνευσάν μοι ἄνεμοι, ἀσθενειῶν καὶ στενώσεων, ὧν τῆς φορᾶς, ῥῦσαί με Παρθένε, τῇ θερμῇ προστασίᾳ σου.
Ὥσπερ κύνες ἄγριοι, θλίψεις πολλαί με ἐκύκλωσαν, ὧν τῆς ὁρμῆς, καὶ μανίας ῥῦσαι, Θεοτόκε καὶ σῶσόν με.
Σύντριψον τοῦ δράκοντος, τὸ κατ’ ἐμοῦ δεινὸν φρύαγμα, καὶ
χαρμονήν, δίδου Θεοτόκε, τῇ ἀθλίᾳ καρδίᾳ μου.
ΔΕΥΤΕΡΟΣ ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ψαλλόμενος εἰς πᾶσαν νόσον καὶ ἀσθένειαν οὗ ἡ ἀκροστιχίς· «Ἴασαί με νόσου πικρᾶς Κόρη. Γερασίμου».
ᾨδὴ α ́. Ἦχος πλ. δ ́. Ὑγρὰν διοδεύσας.
Ἰάτρευσον Κόρη ὡς συμπαθής, δεινῶς με νοσοῦντα, κατὰ σῶμά τε καὶ ψυχήν, καὶ αἴτει πταισμάτων μου τὴν λύσιν, οἷάπερ Μήτηρ Θεοῦ τοῦ οἰκτίρμονος.
Ἀτρώτοις παθήμασι ῥικνωθείς, καὶ νόσῳ βαρείᾳ, συνεχόμενος χαλεπῶς, πρὸς σὲ καταφεύγω ἵνα τύχω, τῆς παρὰ σοῦ Θεοτόκε ἀνέσεως.
Σαρκὸς τὰς ὀδύνας καὶ τὰς πληγάς, θεράπευσον Κόρη, τῇ θερμῇ σου ἐπισκοπῇ, καὶ ῥῶσίν μοι δίδου καὶ ὑγείαν, ταπεινωθέντι οἰκτρῶς τῷ ἱκέτῃ σου.
Ἀγγέλων ἡ δόξα καὶ ἡ χαρά, χαράν μοι παράσχου, θλιβομένῳ ὀδυνηρῶς, πικραῖς ἀσθενείαις διὰ πλῆθος, ἁμαρτιῶν Θεοτόκε ὧν ἔπραξα.
ᾨδὴ γ ́. Οὐρανίας ἁψῖδος.
Ἰαμάτων πελάγη, ὡς ἀληθῶς βλύζουσα, ἴασαι ψυχῆς μου τὴν νόσον, καὶ τὰ τοῦ σώματος, πάθη θεράπευσον, καὶ τὴν κατ’ ἄμφω ὑγείαν, δίδου μοι Πανύμνητε, ἵνα δοξάζω σε.
Μητροπάρθενε Κόρη, τὴν συντριβὴν ἴασαι, καὶ τὰ χαλεπώτατα ἕλκη, τὰ τῆς καρδίας μου, τῇ συμπαθείᾳ σου, καὶ ἔγειρόν με τῆς κλίνης, βηματίζειν πάντοτε, Θεοῦ τὸ θέλημα.
Ἐκτρυχόμενος σφόδρα, ὀδυνηροῖς πάθεσιν, ἔρριμαι ἐκτάδην ὡς ῥάκος, ταῖς περιστάσεσιν, ἀλλ’ ὦ Πανύμνητε, σύ μου τῶν πόνων τὸ βάρος, ἆρον καὶ παράσχου μοι, ῥῶσιν εὐφρόσυνον.
Νεκρωθεὶς τῇ κακίᾳ, νόσῳ πικρᾷ πέπτωκα, καὶ πόνοις πολλοῖς τὸ σαρκίον, Κόρη ἐτάζομαι, σύ μοι ἐπόρεξον, χεῖρα Ἁγνὴ βοηθείας, καὶ τῆς συνεχούσης με, θλίψεως λύτρωσαι.
—
Ὁ Πρῶτος Κανὼν πρὸς τὴν Κυρίαν Θεοτόκον εἰς πᾶσαν θλῖψιν καὶ ἀθυμίαν.
ᾨδὴ δ ́. Εἰσακήκοα Κύριε.
Κινδυνεύουσαν Δέσποινα, ἐξ ἐπηρειῶν πικρῶν τὴν καρδίαν μου, χαροποίησον καὶ σῶσόν με, τῇ συμπαθεστάτῃ προμηθείᾳ σου.
Οἱ ἐχθροὶ φωνὴν φόνιον, ἦραν κατ’ ἐμοῦ ζητοῦντες ὀλέσαι με, ἀλλὰ σὺ πρόφθασον Δέσποινα, καὶ τῆς τούτων ῥύμης με ἀπάλλαξον.
Ῥεῖθρον βλύσον μοι Δέσποινα, θείου γλυκασμοῦ τῆς σῆς ἀγαθότητος, καὶ πικρίαν πᾶσαν ξήρανον, κατ’ ἐμοῦ ἐχθροῦ τοῦ παναλάστορος.
Ἡ θερμὴ προστασία σου, αὔρα σωτηρίας καὶ ἀναψύξεως, τῇ ζωῇ μου Κόρη γένοιτο, τῇ συνεχομένῃ πολλαῖς θλίψεσιν.
ᾨδὴ ε ́. Φώτισον ἡμᾶς.
Ἄχθος χαλεπόν, ἀθυμίας καὶ συνθλίψεως, τὸ συνέχον τὴν ἀθλίαν μου ζωήν, διασκέδασον Παρθένε τῇ σῇ χάριτι.
Χάρισαι Ἁγνή, χαρμονὴν ἐν τῇ καρδίᾳ μου, καὶ ἀφάνισον τὴν λύπην τὴν πικράν, ἣν ὑφέρπων μοι ὁ δράκων ἐπιχέει μοι.
Θρήνου ψυχικοῦ, τοῦ ἐκ πλήθους παραπτώσεων, ἀπολύτρωσαί με Δέσποινα Ἁγνή, καὶ παράσχου χαρμολύπην μοι σωτήριον.
Ὄμβρησον Ἁγνή, γλυκασμὸν καὶ δρόσον ἄϋλον, τῇ ψυχῇ μου τῇ ἐκκαύσει τῶν παθῶν, τηκομένῃ συνεργίᾳ τοῦ ἀλάστορος.
ᾨδὴ στ ́. Τὴν δέησιν.
Ὑψόθεν, ἱλέῳ ὄμματι βλέψον, ἐπ’ ἐμὲ τὸν ταπεινόν σου ἱκέτην, τὸν τιτρωσκόμενον βέλεσι Κόρη, ὀδυνηροῖς τοῦ ἐχθροῦ τοῦ ἀλάστορος, καὶ σύντριψον τὴν κατ’ ἐμοῦ, μανιώδη αὐτοῦ ἀγριότητα.
Συνέχει, θλῖψις πικρὰ τὴν ψυχήν μου, ἐξ ἀμέτρων παραπτώσεων Κόρη, ἀλλὰ τῇ σῇ συμπαθείᾳ προστρέχω, καὶ ἐκβοῶ ἐκ μυχίων καρδίας μου· Ἀπάλλαξόν με τῆς πικρᾶς, συνοχῆς ὁδηγούσης πρὸς ὄλεθρον.
Μυρίων, ἁμαρτημάτων εὐθύνας, κρίσει ὄντως τοῦ Σωτῆρος δικαίᾳ, Θεοκυῆτορ εἰσπράττομαι ἤδη· ὅθεν ὀδύναις καὶ πάθεσι βέβλημαι· ἀλλ’ ὦ Πανάχραντε Ἁγνή, συμπαθείᾳ τῇ σῇ με οἰκτείρησον.
Ἐλέους, τὸν χορηγὸν τετοκυῖα, τὸν φιλάνθρωπον τοῦ κόσμου Σωτῆρα, παντελεῆμον Παρθένε Μαρία, ἐλέησόν με τὸν ἄθλιον δοῦλόν σου, καὶ τῆς εὑρούσης με δεινῆς, ἀπολύτρωσαι θλίψεως δέομαι.
—
Ὁ Δεύτερος Κανὼν πρὸς τὴν Κυρίαν Θεοτόκον εἰς πᾶσαν νόσον καὶ ἀσθένειαν.
ᾨδὴ δ ́. Εἰσακήκοα Κύριε.
Ὀδυνῶν με ἀπάλλαξον, τῶν συνεχουσῶν Ἀγνὴ τὴν καρδίαν μου, καὶ τοῦ σώματός μου ἴασαι, πυρετῶν τὴν φλόγα τὴν ἀφόρητον.
Συντριβεὶς ἁμαρτήμασι, νόσοις συνεσχέθην πολλοῖς καὶ ἄλγεσιν, ἀλλὰ σύ με ἀνακούφισον, Κόρη καὶ παράσχου μοι τὴν ἴασιν.
Ὄμβροις θείας χρηστότητος, καὶ τῷ γλυκασμῷ τῆς σῆς ἀγαθότητος, τὴν πικρίαν τῆς καρδίας μου, γλύκανον Παρθένε ὡς φιλάγαθος.
Ὑπερύμνητε Δέσποινα, τὴν κεκακωμένην ζωήν μου πάθεσι, καὶ νοσήμασι καὶ θλίψεσι, κούφισον καὶ σῶσόν με τὸν δείλαιον.
ᾨδὴ ε ́. Φώτισον ἡμᾶς.
Πλείστοις ἀλγεινοῖς, μαστιζόμενος κραυγάζω σοι· Θεοτόκε ἀσθενούντων προσφυγή, ἴασαί με τὸν ταλαίπωρον ἱκέτην σου.
Ἴδε συμπαθῶς, τὸν ἐν νόσοις συντηκόμενον, καὶ ἐλπίζοντα πρὸς σὲ ἀπὸ ψυχῆς, Θεοτόκε καὶ παράσχου μοι τὴν ἴασιν.
Κέκμηκα Ἁγνή, καὶ ἐκλείπω ὀδυνόμενος, τῇ εὑρούσῃ ἀῤῥωστίᾳ με πικρᾷ, ἀλλ’ οἰκτείρησον τὸν τάλανα καὶ σῶσόν με.
Ῥῶσις ἀληθής, ἡ θερμὴ ἐπιστασία σου, γένοιτό μοι καὶ ῥυσθήσομαι ταχύ, τῆς εὑρούσης ἀσθενείας με Πανάχραντε.
ᾨδὴ στ ́. Τὴν δέησιν.
Ἀγγέλων, ἡ χαρμονὴ καὶ ἀνθρώπων, ἡ χαρὰ ἡ ἀληθὴς Θεοτόκε, τὴν τεθλιμμένην δεινῇ ἀῤῥωστίᾳ, καὶ ἐν ὀδύνῃ ψυχήν μου θεράπευσον, καὶ χαροποίησον αὐτήν, ὡς χαρᾶς αἰωνίου ὑπόθεσις.
Σωμάτων, καὶ τῶν ψυχῶν ἡ τεκοῦσα, ἰατῆρα καὶ σωτῆρα Παρθένε, τὸν ἀναβλύζοντα ῥεῖθρα ἐλέους, τὸν Ποιητὴν τῶν ἁπάντων καὶ Κύριον, θεράπευσόν μου τὴν ζωήν, χαλεποῖς ἐτασμοῖς ἤδη πάσχουσαν.
Κλινήρης, διατελῶν ἐπὶ πλεῖον, καὶ τηκόμενος πικρᾷ ἀσθενείᾳ, σὲ δυσωπῶ τὴν πηγὴν τοῦ ἐλέους, ἐλέησόν με καὶ ἴασαι Δέσποινα, καὶ τὴν ὑγείαν τῆς ψυχῆς, καὶ τοῦ σώματος αὖθίς μοι δώρησαι.
Ὁλόσωμον, κεκτημένος ὀδύνην, καὶ θλιβόμενος πληγῇ ἀφορήτῳ, καὶ στεναγμοῖς τὴν ζωὴν διανύων, πρὸς σὲ βοῶ ἐκ μυχίων καρδίας μου· Ἀπάλλαξόν με συμπαθῶς, τῶν εὑρόντων δεινῶν με Πανάμωμε.
—
Ὁ Πρῶτος Κανὼν πρὸς τὴν Κυρίαν Θεοτόκον εἰς πᾶσαν θλῖψιν καὶ ἀθυμίαν.
ᾨδὴ ζ ́. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαντισμῷ Θεοτόκε, τοῦ ἐλέους σου σβέσον παθῶν τοὺς ἄνθρακας, καὶ ἄνεσίν μοι δίδου, καὶ θλίψεώς με ῥύου, χαλεπῆς ἵνα κράζω σοι· Χαῖρε Παρθένε Ἁγνή, πηγὴ τῆς εὐφροσύνης.
Ὑψηλότατε θρόνε, τοῦ τῶν ὅλων Δεσπότου, Παρθένε Ἄχραντε, βυθοῦ τῆς ἁμαρτίας, καὶ πάσης ἀγνωσίας, ὕψωσόν με κραυγάζοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Συνοχῆς ἀθυμίας, καὶ πικρᾶς συνηθείας καθικετεύω σε, ψυχήν μου τὴν ἀθλίαν, ἀπάλλαξον καὶ δίδου, κατανύξεως δάκρυα, ἵνα τὸν ῥύπον Ἁγνή, παθῶν μου ἀποπλύνω.
Ἀπαθείας τῇ αἴγλῃ, τὴν ἐν σκότει ψυχήν μου παθῶν ὑπάρχουσαν, καταύγασον καὶ δίδου, ῥῶσιν καὶ εὐρωστίαν, τῷ ἱκέτῃ σου Δέσποινα, ἵνα ποιῶ εὐσεβῶς, τὸ θέλημα Κυρίου.
ᾨδὴ η ́. Τὸν Βασιλέα.
Ἵλαθι Κόρη, καὶ θλιβερῶν πᾶσαν ῥύσιν, ἀποξήρανον καὶ βλύσον δυσωπῶ σε, ὕδωρ εὐφροσύνης, τῇ ταπεινῇ ψυχῇ μου.
Γενοῦ μοι Κόρη, ἀναψυχὴ ἐν ἀνάγκαις, καὶ παράκλησις ἐν λύπαις καὶ ὀδύναις, ἵνα σε δοξάζω, ὑπερδεδοξασμένη.
Ἔβλυσε Κόρη, χαρὰν ὁ Τόκος σου κόσμῳ, καὶ διέλυσε τὴν λύπην τῆς κατάρας· ὅθεν κἀμοῦ λῦσον, τὴν θλῖψιν τῆς καρδίας.
Ῥᾶνόν μοι ὕδωρ, τῆς ψυχικῆς εὐφροσύνης, Κόρη Πάναγνε πηγῶν ἐκ σωτηρίου, καὶ τὴν αὐχμηρίαν, παῦσόν μου τῆς καρδίας.
ᾨδὴ θ ́. Κυρίως Θεοτόκον.
Ἀγγέλων θυμηδία, Κεχαριτωμένη, τὴν τεθλιμμένην ψυχήν μου τοῖς πάθεσι, τῇ μητρικῇ συμπαθείᾳ σου χαροποίησον.
Συνέτισον τὸν νοῦν μου, γνώσει μετανοίας, καὶ τοῦ Υἱοῦ σου τῆς θείας χρηστότητος, δίδου μοι γεῦσιν Παρθένε ἵνα σωθήσομαι.
Ἱλέῳ ὄμματί σου, ἴδε Θεοτόκε, τὴν συντριβὴν τῆς ψυχῆς μου καὶ δίωξον, τῆς ἀθυμίας τὸ νέφος τῆς συνεχούσης με.
Μανίας τοῦ Βελίαρ, ῥῦσαί με Παρθένε, καὶ ἀσθενείας ψυχῆς τε καὶ σώματος, καὶ θλιβερῶν συμπτωμάτων ἴασαι δέομαι.
Ὁλόφωτε λυχνία, τῆς ἀΰλου δόξης, Θεοκυῆτορ Παρθένε Πανύμνητε, ταλαιπωρίας ἁπάσης ῥῦσαι τὸν βίον μου.
Ὑπέρτερον τὸν νοῦν μου, πάσης ἀθυμίας, καὶ ἐμπαθοῦς συνηθείας ἀνάδειξον, καὶ σωτηρίας με Ἄχραντε καταξίωσον.
—
Ὁ Δεύτερος Κανὼν πρὸς τὴν Κυρίαν Θεοτόκον εἰς πᾶσαν νόσον καὶ ἀσθένειαν.
ᾨδὴ ζ ́. Παῖδες Ἑβραίων.
Ῥῶσιν κἀμοὶ τῷ ταλαιπώρῳ, καὶ παράκλησιν παράσχου καὶ ὑγείαν, καὶ πταισμάτων πολλῶν, τὴν ἄφεσίν μοι δίδου, οἷα πηγὴ χρηστότητος, Παναγία Θεοτόκε.
Ἤλγησαν πάντα τὰ ὀστᾶ μου, πικροῖς πάθεσι καὶ νόσοις ἀφορήτοις, καὶ ὀδύνη πολλή, συνθλίβει τὴν ζωήν μου, ἀλλ’ ὦ Παρθένε Ἄχραντε, λύτρωσαι τῶν ὀδυνῶν με.
Γέγονεν ὅλος μου ὁ βίος, παθῶν ἔμπλεως καὶ πάσης ἀλγηδόνος, ἀλλ’ ἐξ ὕψους Ἁγνή, ἴδε τὴν συντριβήν μου, καὶ ὡς οἰκτίρμων δίδου μοι, τὴν κατ’ ἄμφω θεραπείαν.
Ἔπιδε ὄμματι εὐσπλάγχνῳ, ὡς φιλεύσπλαγχνος ἐπὶ τὸν σὸν ἱκέτην, ἀσθενοῦντα δεινῶς, Παρθένε Θεοτόκε, καὶ δίδου μοι τὴν ἴασιν, καὶ γαλήνην τῆ ψυχῇ μου.
ᾨδὴ η ́. Τὸν Βασιλέα.
Ῥύπων με ῥῦσαι, τῶν τῆς ψυχῆς Θεοτόκε, καὶ ἰάτρευσον τὸ ἀσθενές μου σῶμα, σωστικοῖς φαρμάκοις, τῆς σῆς φιλανθρωπίας.
Ἀτόποις ἔργοις, συναπαχθεὶς ἐμολύνθην, καὶ ἐλύπησα Χριστὸν
τὸν εὐεργέτην· σὺ οὖν Θεοτόκε, μετάνοιάν μοι δίδου.
Συντετριμμένῃ τῇ διανοίᾳ προσπίπτω, καὶ κραυγάζω σοι ὁ τάλας Θεοτόκε· ἴασαι τὸ ἄλγος, τῆς ταπεινῆς ζωῆς μου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἴλαθι Κόρη, ὥσπερ πηγὴ εὐσπλαγχνίας, ταῖς ἀμέτροις μου ἐν βίῳ ἁμαρτίαις, καὶ ἰάτρευσόν με, κατὰ ψυχὴν καὶ σῶμα.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μεμολυσμένος, κατὰ ψυχὴν ἁμαρτίαις, ἀῤῥωστήματι ἐτάζομαι τὸ σῶμα· ἀλλὰ μή με παρίδῃς, εἰς τέλος Θεομῆτορ.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.
ᾨδὴ θ ́. Κυρίως Θεοτόκον.
Ὀδύνης χαλεπῆς με, ῥῦσαι ἀσθενείας, καὶ τὴν ψυχήν μου ἀλγοῦσαν τοῖς πάθεσι, τῇ ῥωστικῇ σου πρεσβείᾳ, Κόρη θεράπευσον.
Ὑπεραγία Θεοτόκε σῶσον πάντας ἡμᾶς τοὺς δούλους σου.
Ὁδὸν Θεοῦ παρεῖδον, καὶ ταῖς ἀσθενείαις, ταῖς ἀνηκέστοις Παρθένε ἐτάζομαι, ἀλλὰ τῇ σῇ ἰαθήσομαι ἀγαθότητι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὑψόθεν βλέψον Κόρη, ἐπὶ τὴν ὀδύνην, τὴν χαλεπῶς τὴν ζωήν μου μαστίζουσαν, καὶ συμπαθοῦς θεραπείας με καταξίωσον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑμνεῖν οὐ διαλείπω, στόματι ἀχρείῳ, σὲ τῆς ζωῆς μου Παρθένε τὴν ἔφορον, καὶ παρὰ σοῦ θεραπείας, τὴν δρόσον δέχομαι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεὸς ἐσαρκώθη καὶ παιδίον γέγονεν ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις· δόξα σοι.
Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ. Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν (Ἐκ γ ́).
( Ἐκ τοῦ Μεσωρίου τῆς Γ ́ Ὥρας: ) Τεῖχος ἀκαταμάχητον ἡμῶν τῶν Χριστιανῶν ὑπάρχεις, Θεοτόκε Παρθένε· πρὸς σὲ γὰρ καταφεύγοντες ἄτρωτοι διαμένομεν· καὶ πάλιν ἁμαρτάνοντες ἔχομέν σε πρεσβεύουσαν· διὸ εὐχαριστοῦντες βοῶμέν σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς (Ἐκ γ ́).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Ἅπαντες οἱ ἀνωτέρω Κανόνες πρὸς τὴν Κυρίαν Θεοτόκον ἐκ τοῦ «Θεοτοκαρίου» τοῦ μακαριστοῦ Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου (1905–1991), Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, σελ. 307–311 καὶ 324–327, Ἅγιον Ὄρος 1992
1
.
σα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου