Ο ΘΕΟΣ ΜΕΘ ΗΜΩΝ ΣΤΗΤΩ. ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

Translate

Σάββατο, Ιουλίου 07, 2018

Παρακλητικός Κανών Ὁσίου ΟΝΟΥΦΡΙΟΥ τοῦ Αἰγυπτίου, Γεω. Μηλίτση

Παρακλητικός Κανών Ὁσίου ΟΝΟΥΦΡΙΟΥ τοῦ Αἰγυπτίου, Γεω. Μηλίτση

           Εὐλογήσαντος  τοῦ  Ἱερέως  ὁ ρμβ’ (142) Ψαλμός   καί  τό  Θεός Κύριος  μετά  τῶν  στίχων  αὐτοῦ. Εἶτα τά παρόντα Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τῷ Ὀνουφρίῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Ὅσιε βοήθησον σοὺς ἀχρείους ἱκέτας, σπεῦσον ἀπολλύμεθα, ἐκ βελῶν τοῦ Βελίαρ, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ προστάτην Ὀρθόδοξοι ἔχομεν.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μή γάρ Σύ προίστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
 
Ὁ Ν΄ (50) Ψαλμός.
 
Εἶτα  ὁ Κανών.
ᾨδή α΄. Ἦχος πλ. α΄. Ὑγράν διοδεύσας.
Ὀνούφριε σπεύδω ἱκετικῶς, πρὸς σὲ ὁ ἀχρεῖος καὶ αἰτοῦμαι σὴν ἀρωγήν, ἧν τάχος παράσχου σῷ ἱκέτῃ, καὶ ἐκ χειρῶν τῶν δαιμόνων σὺ ῥῦσαί με.
          Ὀργίλος κατέστη ὁ μισερός, διὸ καὶ στενάζω, καὶ ὀδύρομαι θαυμαστέ, καὶ εἰς σὲ προσέρχομαι δακρύων, σοῦ ἐκζητῶν τὴν βοήθειαν, Ὅσιε.
          Νεότητα σκέπε θαυματουργέ, καὶ φύλαττε ταύτην, ἐκ παγίδων τοῦ μισεροῦ· τοῖς δὲ σοὶ προσφεύγουσι παράσχου, χαλινὸν γλώττης, Ὀνούφριε ἔνδοξε.
Θεοτοκίον.          Παρθένε προσπίπτω δεητικῶς, καὶ χείρας μου αἴρω, ἐξαιτούμενος ἀρωγήν, ἥν τάχος παράσχου Σῷ ἱκέτῃ, ἵνα ῥυσθῶ τοῦ πυρὸς, θεοδόξαστε.
 
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ὀρφανῶν ἀνεδείχθης, καταφυγὴ, Ὅσιε, καὶ τῶν ἀσθενούντων προστάτης, ὁ ἀπαράμιλλος· διὸ προσέρχονται, σοι Ὀρθοδόξων χορείαι, καὶ αἰτοῦσιν, πάντιμε, τὴν μεσιτείαν σου.
Λυτρωτὴν τῶν ἀνθρώπων καὶ Πλαστουργὸν, ἔνδοξε, σὲ καθικετεύω ὁ τάλας, σὺ ἐξευμένισον, ἵνα ῥυσθῶ τοῦ πυρός, τοῦ αἰωνίου, παμμάκαρ, καὶ ἰδεῖν τὸν Κύριον κἀμὲ ἀξίωσον.
Τὴν εἰρήνην παράσχου, ἡμῖν ἀξιάγαστε, καὶ τὰς τῶν ἐχθρῶν ἐπιθέσεις, ἀποσκοράκισον, ἵνα διάγωμεν νῦν, ἐν ἡσυχίᾳ καὶ πίστει, καὶ Χριστὸν δοξάζοντες, θεῖε Ὀνούφριε.
Θεοτοκίον.
          Ὀρθοδόξων ἐδείχθης, καταφυγὴ, Δέσποινα, καὶ τῶν μοναζόντων τὸ κλέος, Θεομακάριστε, τῶν ἀσθενούντων ἀεί, Σὺ ἰατρὸς καὶ προστάτης, καὶ χηρῶν ὑπέρμαχος, ἀκατανίκητος.

         Διάσωσον, ἀπὸ κινδύνων Ὀνούφριε σοὺς ἱκέτας, ὅτι πάντες σεμνοπρεπῶς εἰς σὲ καταφεύγομεν, τὸν φύλακα πάντων τῶν Ὀρθοδόξων.
        Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
 
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
          Σὺ πρέσβυς θερμός καὶ τεῖχος ἀκατάβλητον, ἐλέους πηγή, καὶ πάντων καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Ὀνούφριε Ὅσιε πρόφθασον, καὶ ἐκ τῶν νόσων φύλαξον ἡμᾶς, ὁ μόνος ἰατρὸς ὁ ἀλάνθαστος.
 
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
         Ὑγείαν παράσχου μοι, Ὅσιε Ὀνούφριε ἱκετεύω σε, καὶ τὰ τέκνα μου προστάτευσον, ἐκ παντοίων νόσων, ἀξιάγαστε.
            Σὺ τὴν γλῶσσαν μου φύλαξον, ἐκ τῆς κατακρίσεως, τρισμακάριστε, καὶ τὸ στόμα μου διάνοιξον, τοῦ δοξάζειν Κτίστην τὸν τοῦ σύμπαντος.
           Ἐκ τροχαίου σὺ ῥῦσαί με, ἀθλητὰ Ὀνούφριε θεοδόξαστε, καὶ μετάνοιαν παράσχου μοι, ἵνα φύγω, μάκαρ, τῆς κολάσεως.
Θεοτοκίον.          Παναγία Πανάχραντε, ἀνεπαίσχυντα τέλη Σὺ παράσχου μοι, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεοδόξαστε.
 
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
          Δέχου προσευχάς, καὶ δεήσεις, ἀξιάγαστε, καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς, τῶν Ὀρθοδόξων καταφύγιον Ὀνούφριε.
Ἄναρχον Θεόν, ἐξευμένισον, Ὀνούφριε, καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς, ἵνα δοξάζω σε, Ὁσίων ἀκροθίνιον.
Δώρησαι ἡμῖν, τὴν ὑγείαν δεομένοις σου, τῆς ψυχῆς ὡς καὶ τοῦ σώματος ἀεί, θεοδόξαστε Ὀνούφριε, πάντων σέμνωμα.
Θεοτοκίον.          Ἴασαι, Ἁγνή, τῆς καρδίας μου τὰ τραύματα, καὶ τοῦ νοός μου, Κόρη, τὴν ἔπαρσιν, καὶ ὑγείαν τῇ πρεσβείᾳ Σου παράσχου μοι.
 
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀγνώμων, φθονερὸς καὶ ἄνανδρος, ἀνεδείχθην ὁ ἱκέτης σου, Πάτερ· σπεῦσον καὶ ῥῦσαι, Ὀνούφριε, τάχος καὶ εἰς τὴν Μάνδραν Χριστοῦ καθοδήγησον, σοῦ δέομαι γονυκλινῶς, Ὀρθοδόξων φρουρὲ ἀκατάβλητε.
          Τροχαίου, ἀσθενειῶν καὶ θλίψεων, τὸν ἱκέτην σου ἀπάλλαξον τάχος, καὶ πειρασμῶν καὶ παγίδων ποικίλων, ἅς ὁ Σατὰν ἐξυφαίνει διάλυσον, σοῦ δέεται, θαυματουργέ, ὁ ἀνάξιος δοῦλος, Ὀνούφριε.
Θεράπων, καὶ ἰατρὸς ἀνάργυρος, τοῦ καρκίνου, θεοφόρε, ἐδείχθης, καὶ λοιμωδῶν νοσημάτων, παμμάκαρ, θεραπευτὴς ἀκατάβλητος γέγονας· διὸ ἀσθενοῦντες πιστοί, σοὶ προστρέχονται πίστη Ὀνούφριε.
Θεοτοκίον.
          Θυμώδης, ἐριστικὸς καὶ ἄφιλος, ὁ ἀχρεῖός σου ἱκέτης κατέστην, σπεῦσον Παρθένε καὶ σῶσον οἰκέτην, ἵνα ῥυσθῶ αἰωνίου κολάσεως, Σοῦ δέομαι Μήτερ Θεοῦ, ἐκ χειρῶν τοῦ ἀλάστορος σῶσον με.
 
          Διάσωσον, ἀπὸ κινδύνων, Ὀνούφριε, σοὺς ἱκέτας, ὅτι πάντες σεμνοπρεπῶς εἰς σὲ καταφεύγομεν, τὸν φύλακα πάντων τῶν Ὀρθοδόξων.
          Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
 
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
          Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος, καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀκατάβλητος, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, θαυματουργέ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν θερμῶς κραυγαζόντων σοι· ῥῦσαι ἡμᾶς ἐκ πλάνης, καὶ σπεῦσον τοῖς ἀσθενοῦσιν, τῶν Ὀρθοδόξων, θαυμαστέ, σὺ εἶ φρουρὸς ὁ ἀνύστακτος.
 
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-23).
          Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ καὶ ὄχλος μαθητῶν Αὐτοῦ καὶ πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.  Ταῖς τοῦ Σοῦ Ὁσίου…  
          Καί νῦν.  Ταῖς τῆς Θεοτόκου…  
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός…
Μὴ ἐγκαταλείψῃς με, σὺ τοῦ Χριστοῦ στρατιώτα, Ὀνούφριε Ὅσιε, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου· θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, ἀρχεκάκου τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ καταφύγιον, Ἅγιε, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου· κλέος τῶν Ἀγγέλων, καὶ δόξα Ὀρθοδόξων, θαυμαστέ, μὴ μοῦ παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.
 
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
          Τρικυμίας τοῦ βίου, καταπράϋνον δέομαι ὁ ἀνάξιος, καὶ δίδως μοι εἰρήνην, χαράν τε καὶ γαλήνην, ἵνα πόθῳ κραυγάζω σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νικητὴς ἀνεδείχθης, τοῦ Σατὰν, θεοδόξαστε, καὶ προπύργιον, ἡμῶν τῶν Ὀρθοδόξων, καὶ πάντων τῶν ἐν θλίψει, παραμύθιον, ἔνδοξε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τῶν ἀτέκνων συζύγων, καταφύγιον γέγονας, θεοδόξαστε, καὶ τῶν σφοδρῶς ποθούντων, τὸν βίον τῶν Ἀγγέλων, ποδηγέτης ἀλάνθαστος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.          Βασιλέως καθέδρα, καὶ πιστῶν καταφύγιον, Μήτερ, γέγονας· διὸ πιστῶν τὰ πλήθη, προσέρχονται ἀσμένως, καὶ θερμῶς ἐκβοῶσι Σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
 
ᾨδὴ η΄. Τὸν Βασιλέα.
          Τῶν μοναζόντων, ὁδηγὸς σὺ προστάτης, ἀνεδείχθης, Ὀνούφριε μάκαρ· διὸ σὲ ὑμνοῦμεν, ἀπαύστως, χριστοδρόμε.
Τὴν νεολαίαν, τῆς Ἐκκλησίας τῇ μάνδρᾳ, σὺ ὁδήγησον τάχος, τρισμάκαρ, καὶ αὐτῇ παράσχου, ἀκλόνητον τὴν πίστην.
Τοὺς κοιμηθέντας, ὧν αἱ ψυχαὶ εἰς τὰς χείρας, τοῦ Δεσπότου εἰσὶ, μὴ παρίδῃς, ἵνα σὲ ὑμνοῦμεν, Ὀνούφριε τρισμάκαρ.
Θεοτοκίον.          Τὰς ἀσθενείας, Σὺ τῆς ψυχῆς ἰατρεύεις καὶ τοῦ σώματος πάθη διώκεις· διὸ Σὲ δοξάζω, Παρθένε Θεοτόκε.
 
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
          Πηγὴ χαρᾶς ἐδείχθης, Ὀνούφριε μάκαρ, καὶ τῶν ἐν θλίψεσι ὅντων παράκλησις, τῶν δὲ ποθούντων σωθῆναι, τὸ καταφύγιον.
Κρουνὸς πολλῶν θαυμάτων, μάκαρ, ἀνεδείχθης, καὶ τῆς νεότητος φύλαξ καὶ πρόμαχος, τῶν δὲ ἐν γήρατι ὄντων, φρουρὸς ἀκοίμητος.
Ἀγγέλων πολιτείαν, ἐβίωσας, Πάτερ, καὶ τῶν παθῶν καθαιρέτης σὺ γέγονας, διὸ Ὀνούφριε θεόφρον, δόξαν ἀπείληφας.
Θεοτοκίον.          Πανάχραντε Μαρία, σώματος τὰ ἄλγη, καὶ συνειδήσεως τύψεις διάλυσον· καὶ οὐρανῶν τὴν εἰρήνην, δίδου ἱκέτας Σου.
 
Μεγαλυνάρια.
          Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν Σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὅντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ἄξιόν ἐστι ὡς ἀληθῶς, μακαρίζειν σε Ὅσιε Πάτερ, τὸν ἀειμακάριστον καὶ θεοκόσμητον, τὸν προστάτην καὶ φρουρὸν ἡμῶν· τὸν δεδοξασμένον παρὰ Θεοῦ, καὶ πεφιλημένον, παρὰ πᾶσι Χριστιανοῖς· τὸν ἀδιαλείπτως Θεῷ παρεστηκότα, καὶ νέμοντα ἰάσεις, πᾶσι Ὀνούφριε.
Δόξα ἀναπέμπομεν τῷ Θεῷ, τὸν δόντα προστάτην, Ὀρθοδόξοις Χριστιανοῖς, σὲ θαυματοβρύτα, τῶν μοναστῶν τὸ κλέος, καὶ ὁδοδείκτην πάντων, θεῖε Ὀνούφριε.
Δέχου παρακλήσεις σῶν ἱκετῶν, δέχου ἱκεσίας, καὶ προσάγαγε τῷ Θεῷ, Ὀνούφριε μάκαρ, Περσίας βλαστέ θεῖε, καὶ τῆς Ὀρθοδοξίας, κλέος καὶ σέμνωμα.
Χαίροις μοναζόντων ἡ καλλονή, καὶ τῶν Ὀρθοδόξων, ἀντιλήπτωρ καὶ βοηθός· χαίροις τῶν ποθοῦντων, ἰδεῖν Θεοῦ τὴν δόξαν, μεσίτης καὶ προστάτης, μάκαρ Ὀνούφριε.
Δόξα Ἐκκλησίας καὶ χαρμονή, Πᾶτερ, ἀνεδείχθης, καὶ προπύργιον μοναχῶν, καὶ τῆς νεολαίας φρουρός τε καὶ προστάτης, Ὀνούφριε παμμάκαρ, Ἀγγέλων σύσκηνε.
Ὀρφανῶν προστάτης καὶ βοηθός, πεινώντων τροφέας, καὶ ἀνέργων καταφυγή, μάκαρ, ἀνεδείχθης· διὸ σὲ, θεοφόρε, δοξάζομεν ἀπαύστως, καὶ ὕμνους μέλπομεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
 
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
 
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ἁγίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων σὺ προστάτης, ἀγαθέ, καὶ τῶν σωτηρίαν ποθούντων, σὺ εἶ φρουρὸς ἀσφαλής, ἄλλον γὰρ οὐκ ἔχομεν, τῶν Ὀρθοδόξων πληθύς, πρεσβευτὴν ἀκατάβλητον καὶ μέγαν μεσίτην, οἱ κατατρυχόμενοι ὑπὸ ποικίλων παθῶν· κλέος ἀνεδείχθης καὶ δόξα, διό σοι προσπίπτωμεν πόθῳ, πάντες οἱ Ὀρθόδοξοι, Ὀνούφριε.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πάσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
 
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Περσίας τὸν γόνον, Θηβαΐδος τὸ καύχημα, καὶ τῶν Ὀρθοδόξων ἁπάντων, ὁδηγὸν καὶ ὑπόδειγμα· Ὀνούφριον τιμήσωμεν πιστοί, τὸν μέγαν τοῦ Σωτῆρος ἀθλητήν, τὸν παρέχοντα ἰάσεις παντοδαπάς, τοῖς ἐν πίστει προστρέχουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.


 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου